Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τὴν σὴν στόμαργον, ὦ γύναι, γλωσσαλγίαν.
- ἐγὼ δ’, ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν,
- Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίας
- σώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην.
- σοὶ δ’ ἔστι μὲν νοῦς λεπτός—ἀλλ’ ἐπίφθονος
- λόγος διελθεῖν, ὡς Ἔρως σ’ ἠνάγκασε
- τόξοις ἀφύκτοις τοὐμὸν ἐκσῷσαι δέμας.
- ἀλλ’ οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν·
- ὅπῃ γὰρ οὖν ὤνησας, οὐ κακῶς ἔχει.
- μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας
- εἴληφας ἢ δέδωκας, ὡς ἐγὼ φράσω.
- πρῶτον μὲν Ἑλλάδ’ ἀντὶ βαρβάρου χθονὸς
- γαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαι
- νόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν·
- πάντες δέ σ’ ᾔσθοντ’ οὖσαν Ἕλληνες σοφὴν
- καὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ’ ἐσχάτοις
- ὅροισιν ᾤκεις, οὐκ ἂν ἦν λόγος σέθεν.
- εἴη δ’ ἔμοιγε μήτε χρυσὸς ἐν δόμοις
- μήτ’ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος,
- εἰ μὴ ’πίσημος ἡ τύχη γένοιτό μοι.