Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. δέξαιντό μ’ οἴκοις ὧν πατέρα κατέκτανον.
  2. ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοις
  3. ἐχθρὰ καθέστηχ’, οὓς δέ μ’ οὐκ ἐχρῆν κακῶς
  4. δρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω.
  5. τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων
  6. ἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σε
  7. ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν’ ἐγώ,
  8. εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη,
  9. φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις—
  10. καλόν γ’ ὄνειδος τῷ νεωστὶ νυμφίῳ,
  11. πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ’ ἔσῳσά σε.
  12. ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ᾖ
  13. τεκμήρι’ ἀνθρώποισιν ὤπασας σαφῆ,
  14. ἀνδρῶν δ’ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,
  15. οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι;
Χορός
  1. δεινή τις ὀργὴ καὶ δυσίατος πέλει,
  2. ὅταν φίλοι φίλοισι συμβάλωσ’ ἔριν.
Ἰάσων
  1. δεῖ μ’, ὡς ἔοικε, μὴ κακὸν φῦναι λέγειν,
  2. ἀλλ’ ὥστε ναὸς κεδνὸν οἰακοστρόφον
  3. ἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖν