Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- σὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα·
- Πελίαν τ’ ἀπέκτειν’, ὥσπερ ἄλγιστον θανεῖν,
- παίδων ὑπ’ αὐτοῦ, πάντα τ’ ἐξεῖλον δόμον.
- καὶ ταῦθ’ ὑφ’ ἡμῶν, ὦ κάκιστ’ ἀνδρῶν, παθὼν
- προύδωκας ἡμᾶς, καινὰ δ’ ἐκτήσω λέχη—
- παίδων γεγώτων· εἰ γὰρ ἦσθ’ ἄπαις ἔτι,
- συγγνώστ’ ἂν ἦν σοι τοῦδ’ ἐρασθῆναι λέχους.
- ὅρκων δὲ φρούδη πίστις, οὐδ’ ἔχω μαθεῖν
- ἦ θεοὺς νομίζεις τοὺς τότ’ οὐκ ἄρχειν ἔτι,
- ἢ καινὰ κεῖσθαι θέσμι’ ἀνθρώποις τὰ νῦν,
- ἐπεὶ σύνοισθά γ’ εἰς ἔμ’ οὐκ εὔορκος ὤν.
- φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ’ ἐλαμβάνου,
- καὶ τῶνδε γονάτων, ὡς μάτην κεχρῴσμεθα
- κακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ’ ἡμάρτομεν.
- ἄγ’· ὡς φίλῳ γὰρ ὄντι σοι κοινώσομαι
- —δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς;
- ὅμως δ’· ἐρωτηθεὶς γὰρ αἰσχίων φανῇ—
- νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους,
- οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην;
- ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ’ ἂν οὖν