Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ὦ παγκάκιστε, τοῦτο γάρ σ’ εἰπεῖν ἔχω,
- γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν·
- ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς;
- θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει;
- οὔτοι θράσος τόδ’ ἐστὶν οὐδ’ εὐτολμία,
- φίλους κακῶς δράσαντ’ ἐναντίον βλέπειν,
- ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων
- πασῶν, ἀναίδει’· εὖ δ’ ἐποίησας μολών·
- ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι
- ψυχὴν κακῶς σε καὶ σὺ λυπήσῃ κλύων.
- ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν.
- ἔσῳσά σ’, ὡς ἴσασιν Ἑλλήνων ὅσοι
- ταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος,
- πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην
- ζεύγλῃσι καὶ σπεροῦντα θανάσιμον γύην·
- δράκοντά θ’, ὃς πάγχρυσον ἀμπέχων δέρας
- σπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν,
- κτείνασ’ ἀνέσχον σοὶ φάος σωτήριον.
- αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ’ ἐμοὺς
- τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην