Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. Μήδεια δ’ ἡ δύστηνος ἠτιμασμένη
  2. βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιάς,
  3. πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεται
  4. οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ.
  5. κεῖται δ’ ἄσιτος, σῶμ’ ὑφεῖσ’ ἀλγηδόσι,
  6. τὸν πάντα συντήκουσα δακρύοις χρόνον,
  7. ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ’ ἠδικημένη,
  8. οὔτ’ ὄμμ’ ἐπαίρουσ’ οὔτ’ ἀπαλλάσσουσα γῆς
  9. πρόσωπον· ὡς δὲ πέτρος ἢ θαλάσσιος
  10. κλύδων ἀκούει νουθετουμένη φίλων·
  11. ἢν μή ποτε στρέψασα πάλλευκον δέρην
  12. αὐτὴ πρὸς αὑτὴν πατέρ’ ἀποιμώξῃ φίλον
  13. καὶ γαῖαν οἴκους θ’, οὓς προδοῦσ’ ἀφίκετο
  14. μετ’ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει.
  15. ἔγνωκε δ’ ἡ τάλαινα συμφορᾶς ὕπο
  16. οἷον πατρῴας μὴ ἀπολείπεσθαι χθονός.
  17. στυγεῖ δὲ παῖδας οὐδ’ ὁρῶσ’ εὐφραίνεται.
  18. δέδοικα δ’ αὐτὴν μή τι βουλεύσῃ νέον·
  19. βαρεῖα γὰρ φρήν, οὐδ’ ἀνέξεται κακῶς
  20. πάσχουσ’· ἐγᾦδα τήνδε, δειμαίνω τέ νιν