Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς,
  2. χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.
  3. πικροὺς δ’ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους,
  4. πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός.
  5. ἀλλ’ εἶα· φείδου μηδὲν ὧν ἐπίστασαι,
  6. Μήδεια, βουλεύουσα καὶ τεχνωμένη·
  7. ἕρπ’ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας.
  8. ὁρᾷς ἃ πάσχεις· οὐ γέλωτα δεῖ σ’ ὀφλεῖν
  9. τοῖς Σισυφείοις τοῖς τ’ Ἰάσονος γάμοις,
  10. γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ’ ἄπο.
  11. ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν
  12. γυναῖκες, ἐς μὲν ἔσθλ’ ἀμηχανώταται,
  13. κακῶν δὲ πάντων τέκτονες σοφώταται.
Χορός
  1. ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί,
  2. καὶ δίκα καὶ πάντα πάλιν στρέφεται.
  3. ἀνδράσι μὲν δόλιαι βουλαί, θεῶν δ’
  4. οὐκέτι πίστις ἄραρε·
  5. τὰν δ’ ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι φᾶμαι·
  6. ἔρχεται τιμὰ γυναικείῳ γένει·
  7. οὐκέτι δυσκέλαδος φάμα γυναῖκας ἕξει.