Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί,
- ἢ θηκτὸν ὤσω φάσγανον δι’ ἥπάτος,
- σιγῇ δόμους ἐσβᾶσ’, ἵν’ ἔστρωται λέχος.
- ἀλλ’ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι
- δόμους ὑπεσβαίνουσα καὶ τεχνωμένη,
- θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.
- κράτιστα τὴν εὐθεῖαν, ᾗ πεφύκαμεν
- σοφαὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν.
- εἶἑν·
- καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;
- τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους
- ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;
- οὐκ ἔστι. μείνασ’ οὖν ἔτι σμικρὸν χρόνον,
- ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ,
- δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον·
- ἢν δ’ ἐξελαύνῃ ξυμφορά μ’ ἀμήχανος,
- αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν,
- κτενῶ σφε, τόλμης δ’ εἶμι πρὸς τὸ καρτερόν.
- οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω
- μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην,