Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. μοῦσαι δὲ παλαιγενέων λήξουσ’ ἀοιδῶν
  2. τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν.
  3. οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ λύρας
  4. ὤπασε θέσπιν ἀοιδὰν
  5. Φοῖβος, ἀγήτωρ μελέων· ἐπεὶ ἀντάχησ’ ἂν ὕμνον
  6. ἀρσένων γέννᾳ. μακρὸς δ’ αἰὼν ἔχει
  7. πολλὰ μὲν ἁμετέραν ἀνδρῶν τε μοῖραν εἰπεῖν.
Χορός
  1. σὺ δ’ ἐκ μὲν οἴκων πατρίων ἔπλευσας
  2. μαινομένᾳ κραδίᾳ, διδύμους ὁρίσασα πόντου
  3. πέτρας· ἐπὶ δὲ ξένᾳ
  4. ναίεις χθονί, τᾶς ἀνάνδρου
  5. κοίτας ὀλέσασα λέκτρον,
  6. τάλαινα, φυγὰς δὲ χώρας
  7. ἄτιμος ἐλαύνῃ.
Χορός
  1. βέβακε δ’ ὅρκων χάρις, οὐδ’ ἔτ’ αἰδὼς
  2. Ἑλλάδι τᾷ μεγάλᾳ μένει, αἰθερία δ’ ἀνέπτα.
  3. σοὶ δ’ οὔτε πατρὸς δόμοι,
  4. δύστανε, μεθορμίσασθαι
  5. μόχθων πάρα, τῶν τε λέκτρων
  6. ἄλλα βασίλεια κρείσσων