Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. φεῦ φεῦ, μελέα τῶν σῶν ἀχέων.
  2. ποῖ ποτε τρέψῃ; τίνα πρὸς ξενίαν;
  3. ἦ δόμον ἢ χθόνα σωτῆρα κακῶν
  4. ἐξευρήσεις;
  5. ὡς εἰς ἄπορόν σε κλύδωνα θεός,
  6. Μήδεια, κακῶν ἐπόρευσε.
Μήδεια
  1. κακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ;
  2. ἀλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ δοκεῖτέ πω.
  3. ἔτ’ εἴσ’ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις
  4. καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.
  5. δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε,
  6. εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην;
  7. οὐδ’ ἂν προσεῖπον οὐδ’ ἂν ἡψάμην χεροῖν.
  8. ὃ δ’ ἐς τοσοῦτον μωρίας ἀφίκετο,
  9. ὥστ’ ἐξὸν αὐτῷ τἄμ’ ἑλεῖν βουλεύματα
  10. γῆς ἐκβαλόντι, τήνδ’ ἀφῆκεν ἡμέραν
  11. μεῖναί μ’, ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς
  12. θήσω, πατέρα τε καὶ κόρην πόσιν τ’ ἐμόν.
  13. πολλὰς δ’ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς,
  14. οὐκ οἶδ’ ὁποίᾳ πρῶτον ἐγχειρῶ, φίλαι·