Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- φευξούμεθ’· οὐ τοῦθ’ ἱκέτευσα σοῦ τυχεῖν.
- τί δαὶ βιάζῃ κοὐκ ἀπαλλάσσῃ χερός;
- μίαν με μεῖναι τήνδ’ ἔασον ἡμέραν
- καὶ ξυμπερᾶναι φροντίδ’ ᾗ φευξούμεθα,
- παισίν τ’ ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴρ
- οὐδὲν προτιμᾷ μηχανήσασθαι τέκνοις.
- οἴκτιρε δ’ αὐτούς· καὶ σύ τοι παίδων πατὴρ
- πέφυκας· εἰκὸς δ’ ἐστὶν εὔνοιάν σ’ ἔχειν.
- τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα,
- κείνους δὲ κλαίω συμφορᾷ κεχρημένους.
- ἥκιστα τοὐμὸν λῆμ’ ἔφυ τυραννικόν,
- αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα·
- καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι,
- ὅμως δὲ τεύξῃ τοῦδε· προυννέπω δέ σοι,
- εἴ σ’ ἡ ’πιοῦσα λαμπὰς ὄψεται θεοῦ
- καὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός,
- θανῇ· λέλεκται μῦθος ἀψευδὴς ὅδε.
- νῦν δ’, εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν·
- οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ’ ἔχει.
- δύστανε γύναι,