Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τόσῳ δέ γ’ ἧσσον ἢ πάρος πέποιθά σοι·
  2. γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὔτως ἀνήρ,
  3. ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός.
  4. ἀλλ’ ἔξιθ’ ὡς τάχιστα, μὴ λόγους λέγε·
  5. ὡς ταῦτ’ ἄραρε, κοὐκ ἔχεις τέχνην ὅπως
  6. μενεῖς παρ’ ἡμῖν οὖσα δυσμενὴς ἐμοί.
Μήδεια
  1. μή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης.
Κρέων
  1. λόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ.
Μήδεια
  1. ἀλλ’ ἐξελᾷς με κοὐδὲν αἰδέσῃ λιτάς;
Κρέων
  1. φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς.
Μήδεια
  1. ὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω.
Κρέων
  1. πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ.
Μήδεια
  1. φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα.
Κρέων
  1. ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι.
Μήδεια
  1. Ζεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος κακῶν.
Κρέων
  1. ἕρπ’, ὦ ματαία, καί μ’ ἀπάλλαξον πόνων.
Μήδεια
  1. πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα.
Κρέων
  1. τάχ’ ἐξ ὀπαδῶν χειρὸς ὠσθήσῃ βίᾳ.
Μήδεια
  1. μὴ δῆτα τοῦτό γ’, ἀλλά σ’ αἰτοῦμαι, Κρέον . . .
Κρέων
  1. ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι.