Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ
- δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι·
- τῶν δ’ αὖ δοκούντων εἰδέναι τι ποικίλον
- κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῇ.
- ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης.
- σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ’ ἐπίφθονος,
- τοῖς δ’ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου,
- τοῖς δ’ αὖ προσάντης· εἰμὶ δ’ οὐκ ἄγαν σοφή.
- σὺ δ’ οὖν φοβῇ με· μὴ τί πλημμελὲς πάθῃς;
- οὐχ ὧδ’ ἔχει μοι—μὴ τρέσῃς ἡμᾶς, Κρέον—
- ὥστ’ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν.
- σὺ γὰρ τί μ’ ἠδίκηκας; ἐξέδου κόρην
- ὅτῳ σε θυμὸς ἦγεν. ἀλλ’ ἐμὸν πόσιν
- μισῶ· σὺ δ’, οἶμαι, σωφρονῶν ἔδρας τάδε.
- καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν·
- νυμφεύετ’, εὖ πράσσοιτε· τήνδε δὲ χθόνα
- ἐᾶτέ μ’ οἰκεῖν. καὶ γὰρ ἠδικημένοι
- σιγησόμεσθα, κρεισσόνων νικώμενοι.
- λέγεις ἀκοῦσαι μαλθάκ’, ἀλλ’ ἔσω φρενῶν
- ὀρρωδία μοι μή τι βουλεύσῃς κακόν,