Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν,
- ὅτῳ μάλιστα χρήσεται ξυνευνέτῃ.
- κἂν μὲν τάδ’ ἡμῖν ἐκπονουμέναισιν εὖ
- πόσις ξυνοικῇ μὴ βίᾳ φέρων ζυγόν,
- ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών.
- ἀνὴρ δ’, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών,
- ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης·
- ἢ πρὸς φίλον τιν’ ἢ πρὸς ἥλικα τραπείς·
- ἡμῖν δ’ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν.
- λέγουσι δ’ ἡμᾶς ὡς ἀκίνδυνον βίον
- ζῶμεν κατ’ οἴκους, οἳ δὲ μάρνανται δορί·
- κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ’ ἀσπίδα
- στῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.
- ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος·
- σοὶ μὲν πόλις θ’ ἥδ’ ἐστὶ καὶ πατρὸς δόμοι
- βίου τ’ ὄνησις καὶ φίλων συνουσία,
- ἐγὼ δ’ ἔρημος ἄπολις οὖσ’ ὑβρίζομαι
- πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λελῃσμένη,
- οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ
- μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς.