Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν,
  2. ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς
  3. στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος. . . .
  4. χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει . . .
  5. οὐδ’ ἀστὸν ᾔνεσ’ ὅστις αὐθάδης γεγὼς
  6. πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο.
  7. ἐμοὶ δ’ ἄελπτον πρᾶγμα προσπεσὸν τόδε
  8. ψυχὴν διέφθαρκ’· οἴχομαι δὲ καὶ βίου
  9. χάριν μεθεῖσα κατθανεῖν χρῄζω, φίλαι.
  10. ἐν ᾧ γὰρ ἦν μοι πάντα γιγνώσκειν καλῶς,
  11. κάκιστος ἀνδρῶν ἐκβέβηχ’ οὑμὸς πόσις.
  12. πάντων δ’ ὅσ’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχει
  13. γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν·
  14. ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇ
  15. πόσιν πρίασθαι, δεσπότην τε σώματος
  16. λαβεῖν· κακοῦ γὰρ τοῦτ’ ἔτ’ ἄλγιον κακόν.
  17. κἀν τῷδ’ ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖν
  18. ἢ χρηστόν. οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ
  19. γυναιξίν, οὐδ’ οἷόν τ’ ἀνήνασθαι πόσιν.
  20. ἐς καινὰ δ’ ἤθη καὶ νόμους ἀφιγμένην