Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι,
- ἤν μοι πόρος τις μηχανή τ’ ἐξευρεθῇ
- πόσιν δίκην τῶνδ’ ἀντιτείσασθαι κακῶν,
- τὸν δόντα τ’ αὐτῷ θυγατέρ’ ἥ τ’ ἐγήματο
- σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα
- κακή τ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν·
- ὅταν δ’ ἐς εὐνὴν ἠδικημένη κυρῇ,
- οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα.
- δράσω τάδ’· ἐνδίκως γὰρ ἐκτείσῃ πόσιν,
- Μήδεια. πενθεῖν δ’ οὔ σε θαυμάζω τύχας.
- ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ’ ἄνακτα γῆς,
- στείχοντα, καινῶν ἄγγελον βουλευμάτων.
- σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην,
- Μήδειαν, εἶπον τῆσδε γῆς ἔξω περᾶν
- φυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῇ τέκνα·
- καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου
- τοῦδ’ εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν,
- πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω.
- αἰαῖ· πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι.
- ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων,