Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- δειναί τε τύχαι σφάλλουσι δόμους.
- καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαι
- μολπαῖσι βροτούς· ἵνα δ’ εὔδειπνοι
- δαῖτες, τί μάτην τείνουσι βοήν;
- τὸ παρὸν γὰρ ἔχει τέρψιν ἀφ’ αὑτοῦ
- δαιτὸς πλήρωμα βροτοῖσιν.
- ἰαχὰν ἄιον πολύστονον γόων,
- λιγυρὰ δ’ ἄχεα μογερὰ βοᾷ
- τὸν ἐν λέχει προδόταν κακόνυμφον·
- θεοκλυτεῖ δ’ ἄδικα παθοῦσα
- τὰν Ζηνὸς ὁρκίαν Θέμιν,
- ἅ νιν ἔβασεν
- Ἑλλάδ’ ἐς ἀντίπορον
- δι’ ἅλα νύχιον ἐφ’ ἁλμυρὰν
- πόντου κλῇδ’ ἀπέραντον.
- Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων,
- μή μοί τι μέμφησθ’· οἶδα γὰρ πολλοὺς βροτῶν
- σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο,
- τοὺς δ’ ἐν θυραίοις· οἱ δ’ ἀφ’ ἡσύχου ποδὸς
- δύσκλειαν ἐκτήσαντο καὶ ῥᾳθυμίαν.