Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- [*](τὰ τοῦ δράματος πρόσωπαΤροφόςΚρέωνΠαῖδες ΜηδείαςΠαιδαγωγόςἸάσωνΧορός γυναικώνΑἰγεύςΜήδειαἌγγελος)
Τροφός - Εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος
- Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας,
- μηδ’ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε
- τμηθεῖσα πεύκη, μηδ’ ἐρετμῶσαι χέρας
- ἀνδρῶν ἀρίστων, οἳ τὸ πάγχρυσον δέρας
- Πελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν’ ἐμὴ
- Μήδεια πύργους γῆς ἔπλευσ’ Ἰωλκίας
- ἔρωτι θυμὸν ἐκπλαγεῖσ’ Ἰάσονος·
- οὐδ’ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας
- πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν
- ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν
- φυγῇ πολιτῶν ὧν ἀφίκετο χθόνα,
- αὐτή τε πάντα ξυμφέρουσ’ Ἰάσονι·
- ἥπερ μεγίστη γίγνεται σωτηρία,
- ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ.
- νῦν δ’ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ φίλτατα.
- προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ’ ἐμὴν
- γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται,
- γήμας Κρέοντος παῖδ’, ὃς αἰσύμνᾷ χθονός·