Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων,
  2. ἃ δ’ ἐν θαλάμοις τάκει βιοτὰν
  3. δέσποινα, φίλων οὐδενὸς οὐδὲν
  4. παραθαλπομένα φρένα μύθοις.
Μήδεια
  1. αἰαῖ· ὦ Ζεῦ καὶ Γᾶ καὶ Φῶς·
  2. διά μου κεφαλᾶς φλὸξ οὐρανία
  3. βαίη· τί δέ μοι ζῆν ἔτι κέρδος;
  4. φεῦ φεῦ· θανάτῳ καταλυσαίμαν
  5. βιοτὰν στυγερὰν προλιποῦσα.
Χορός
  1. —ἄιες· ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς·
  2. ἀχὰν οἵαν ἁ δύστανος
  3. μέλπει νύμφα;
  4. —τίς σοί ποτε τᾶς ἀπλάτου
  5. κοίτας ἔρος, ὦ ματαία;
  6. σπεύσει θανάτου τελευτά·
  7. μηδὲν τόδε λίσσου.
  8. —εἰ δὲ σὸς πόσις
  9. καινὰ λέχη σεβίζει,
  10. κείνῳ τόδε· μὴ χαράσσου·
  11. —Ζεύς σοι τάδε συνδικήσει. μὴ λίαν