Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τάκου δυρομένα σὸν εὐνάταν.
Μήδεια
  1. ὦ μεγάλα Θέμι καὶ πότνι’ Ἄρτεμι
  2. λεύσσεθ’ ἃ πάσχω, μεγάλοις ὅρκοις
  3. ἐνδησαμένα τὸν κατάρατον
  4. πόσιν; ὅν ποτ’ ἐγὼ νύμφαν τ’ ἐσίδοιμ’
  5. αὐτοῖς μελάθροις διακναιομένους,
  6. οἷ’ ἐμὲ πρόσθεν τολμῶσ’ ἀδικεῖν.
  7. ὦ πάτερ, ὦ πόλις, ὧν ἀπενάσθην
  8. αἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν.
Τροφός
  1. κλύεθ’ οἷα λέγει κἀπιβοᾶται
  2. Θέμιν εὐκταίαν Ζῆνά θ’, ὃς ὅρκων
  3. θνητοῖς ταμίας νενόμισται;
  4. οὐκ ἔστιν ὅπως ἔν τινι μικρῷ
  5. δέσποινα χόλον καταπαύσει.
Χορός
  1. —πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν
  2. ἔλθοι μύθων τ’ αὐδαθέντων
  3. δέξαιτ’ ὀμφάν;
  4. —εἴ πως βαρύθυμον ὀργὰν
  5. καὶ λῆμα φρενῶν μεθείη,
  6. μήτοι τό γ’ ἐμὸν πρόθυμον