Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- στείχω, δισσῶν γ’ ἄμορος τέκνων.
- οὔπω θρηνεῖς· μένε καὶ γῆρας.
- ὦ τέκνα φίλτατα.
- μητρί γε, σοὶ δ’ οὔ.
- κἄπειτ’ ἔκανες;
- σέ γε πημαίνουσ’.
- ὤμοι, φιλίου χρῄζω στόματος
- παίδων ὁ τάλας προσπτύξασθαι.
- νῦν σφε προσαυδᾷς, νῦν ἀσπάζῃ,
- τότ’ ἀπωσάμενος.
- δός μοι πρὸς θεῶν
- μαλακοῦ χρωτὸς ψαῦσαι τέκνων.
- οὐκ ἔστι· μάτην ἔπος ἔρριπται.
- Ζεῦ, τάδ’ ἀκούεις ὡς ἀπελαυνόμεθ’,
- οἷά τε πάσχομεν ἐκ τῆς μυσαρᾶς
- καὶ παιδοφόνου τῆσδε λεαίνης;
- ἀλλ’ ὁπόσον γοῦν πάρα καὶ δύναμαι
- τάδε καὶ θρηνῶ κἀπιθεάζω,
- μαρτυρόμενος δαίμονας ὥς μοι
- τέκνα κτείνασ’ ἀποκωλύεις