Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ψαῦσαί τε χεροῖν θάψαι τε νεκρούς,
  2. οὓς μήποτ’ ἐγὼ φύσας ὄφελον
  3. πρὸς σοῦ φθιμένους ἐπιδέσθαι.
Χορός
  1. πολλῶν ταμίας Ζεὺς ἐν Ὀλύμπῳ,
  2. πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·
  3. καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,
  4. τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός.
  5. τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.