Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ μὴν ἐγὼ σήν· ῥᾴδιον δ’ ἀπαλλαγαί.
Μήδεια
  1. πῶς οὖν; τί δράσω; κάρτα γὰρ κἀγὼ θέλω.
Ἰάσων
  1. θάψαι νεκρούς μοι τούσδε καὶ κλαῦσαι πάρες.
Μήδεια
  1. οὐ δῆτ’, ἐπεί σφας τῇδ’ ἐγὼ θάψω χερί,
  2. φέρουσ’ ἐς Ἥρας τέμενος Ἀκραίας θεοῦ,
  3. ὡς μή τις αὐτοὺς πολεμίων καθυβρίσῃ,
  4. τύμβους ἀνασπῶν· γῇ δὲ τῇδε Σισύφου
  5. σεμνὴν ἑορτὴν καὶ τέλη προσάψομεν
  6. τὸ λοιπὸν ἀντὶ τοῦδε δυσσεβοῦς φόνου.
  7. αὐτὴ δὲ γαῖαν εἶμι τὴν Ἐρεχθέως,
  8. Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος.
  9. σὺ δ’, ὥσπερ εἰκός, κατθανῇ κακὸς κακῶς,
  10. Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένος,
  11. πικρὰς τελευτὰς τῶν ἐμῶν γάμων ἰδών.
Ἰάσων
  1. ἀλλά σ’ Ἐρινὺς ὀλέσειε τέκνων
  2. φονία τε Δίκη.
Μήδεια
  1. τίς δὲ κλύει σοῦ θεὸς ἢ δαίμων,
  2. τοῦ ψευδόρκου καὶ ξειναπάτου;
Ἰάσων
  1. φεῦ φεῦ, μυσαρὰ καὶ παιδολέτορ.
Μήδεια
  1. στεῖχε πρὸς οἴκους καὶ θάπτ’ ἄλοχον.