Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοί·
- οὐδ’ ἡ τύραννος, οὐδ’ ὁ σοὶ προσθεὶς γάμους
- Κρέων ἀνατεὶ τῆσδέ μ’ ἐκβαλεῖν χθονός.
- πρὸς ταῦτα καὶ λέαιναν, εἰ βούλῃ, κάλει
- καὶ Σκύλλαν ἣ Τυρσηνὸν ᾤκησεν πέδον·
- τῆς σῆς γὰρ ὡς χρὴ καρδίας ἀνθηψάμην.
- καὐτή γε λυπῇ καὶ κακῶν κοινωνὸς εἶ.
- σάφ’ ἴσθι· λύει δ’ ἄλγος, ἢν σὺ μὴ ’γγελᾷς.
- ὦ τέκνα, μητρὸς ὡς κακῆς ἐκύρσατε.
- ὦ παῖδες, ὡς ὤλεσθε πατρῴᾳ νόσῳ.
- οὔτοι νυν ἡμὴ δεξιά σφ’ ἀπώλεσεν.
- ἀλλ’ ὕβρις, οἵ τε σοὶ νεοδμῆτες γάμοι.
- λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν.
- σμικρὸν γυναικὶ πῆμα τοῦτ’ εἶναι δοκεῖς;
- ἥτις γε σώφρων· σοὶ δὲ πάντ’ ἐστὶν κακά.
- οἵδ’ οὐκέτ’ εἰσί· τοῦτο γάρ σε δήξεται.
- οἵδ’ εἰσίν, οἴμοι, σῷ κάρᾳ μιάστορες.
- ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί.
- ἴσασι δῆτα σήν γ’ ἀπόπτυστον φρένα.
- στύγει· πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν.