Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τὸ καλλίπρῳρον εἰσέβης Ἀργοῦς σκάφος.
- ἤρξω μὲν ἐκ τοιῶνδε· νυμφευθεῖσα δὲ
- παρ’ ἀνδρὶ τῷδε καὶ τεκοῦσά μοι τέκνα,
- εὐνῆς ἕκατι καὶ λέχους σφ’ ἀπώλεσας.
- οὐκ ἔστιν ἥτις τοῦτ’ ἂν Ἑλληνὶς γυνὴ
- ἔτλη ποθ’, ὧν γε πρόσθεν ἠξίουν ἐγὼ
- γῆμαι σέ, κῆδος ἐχθρὸν ὀλέθριόν τ’ ἐμοί,
- λέαιναν, οὐ γυναῖκα, τῆς Τυρσηνίδος
- Σκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν.
- ἀλλ’ οὐ γὰρ ἄν σε μυρίοις ὀνείδεσι
- δάκοιμι· τοιόνδ’ ἐμπέφυκέ σοι θράσος·
- ἔρρ’, αἰσχροποιὲ καὶ τέκνων μιαιφόνε·
- ἐμοὶ δὲ τὸν ἐμὸν δαίμον’ αἰάζειν πάρα,
- ὃς οὔτε λέκτρων νεογάμων ὀνήσομαι,
- οὐ παῖδας οὓς ἔφυσα κἀξεθρεψάμην
- ἕξω προσειπεῖν ζῶντας, ἀλλ’ ἀπώλεσα.
- μακρὰν ἂν ἐξέτεινα τοῖσδ’ ἐναντίον
- λόγοισιν, εἰ μὴ Ζεὺς πατὴρ ἠπίστατο
- οἷ’ ἐξ ἐμοῦ πέπονθας οἷά τ’ εἰργάσω·
- σὺ δ’ οὐκ ἔμελλες τἄμ’ ἀτιμάσας λέχη