Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. Σκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν.
  2. ἀλλ’ οὐ γὰρ ἄν σε μυρίοις ὀνείδεσι
  3. δάκοιμι· τοιόνδ’ ἐμπέφυκέ σοι θράσος·
  4. ἔρρ’, αἰσχροποιὲ καὶ τέκνων μιαιφόνε·
  5. ἐμοὶ δὲ τὸν ἐμὸν δαίμον’ αἰάζειν πάρα,
  6. ὃς οὔτε λέκτρων νεογάμων ὀνήσομαι,
  7. οὐ παῖδας οὓς ἔφυσα κἀξεθρεψάμην
  8. ἕξω προσειπεῖν ζῶντας, ἀλλ’ ἀπώλεσα.