Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. μακρὰν ἂν ἐξέτεινα τοῖσδ’ ἐναντίον
  2. λόγοισιν, εἰ μὴ Ζεὺς πατὴρ ἠπίστατο
  3. οἷ’ ἐξ ἐμοῦ πέπονθας οἷά τ’ εἰργάσω·
  4. σὺ δ’ οὐκ ἔμελλες τἄμ’ ἀτιμάσας λέχη
  5. τερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοί·
  6. οὐδ’ ἡ τύραννος, οὐδ’ ὁ σοὶ προσθεὶς γάμους
  7. Κρέων ἀνατεὶ τῆσδέ μ’ ἐκβαλεῖν χθονός.
  8. πρὸς ταῦτα καὶ λέαιναν, εἰ βούλῃ, κάλει