Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τὸ καλλίπρῳρον εἰσέβης Ἀργοῦς σκάφος.
  2. ἤρξω μὲν ἐκ τοιῶνδε· νυμφευθεῖσα δὲ
  3. παρ’ ἀνδρὶ τῷδε καὶ τεκοῦσά μοι τέκνα,
  4. εὐνῆς ἕκατι καὶ λέχους σφ’ ἀπώλεσας.
  5. οὐκ ἔστιν ἥτις τοῦτ’ ἂν Ἑλληνὶς γυνὴ
  6. ἔτλη ποθ’, ὧν γε πρόσθεν ἠξίουν ἐγὼ
  7. γῆμαι σέ, κῆδος ἐχθρὸν ὀλέθριόν τ’ ἐμοί,
  8. λέαιναν, οὐ γυναῖκα, τῆς Τυρσηνίδος