Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω διπλοῦν κακόν,
- τοὺς μὲν θανόντας—τὴν δὲ τείσωμαι δίκην.
- τί τάσδε κινεῖς κἀναμοχλεύεις πύλας,
- νεκροὺς ἐρευνῶν κἀμὲ τὴν εἰργασμένην;
- παῦσαι πόνου τοῦδ’. εἰ δ’ ἐμοῦ χρείαν ἔχεις,
- λέγ’, εἴ τι βούλῃ, χειρὶ δ’ οὐ ψαύσεις ποτέ.
- τοιόνδ’ ὄχημα πατρὸς Ἥλιος πατὴρ
- δίδωσιν ἡμῖν, ἔρυμα πολεμίας χερός.
- ὦ μῖσος, ὦ μέγιστον ἐχθίστη γύναι
- θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει,
- ἥτις τέκνοισι σοῖσιν ἐμβαλεῖν ξίφος
- ἔτλης τεκοῦσα, κἄμ’ ἄπαιδ’ ἀπώλεσας·
- καὶ ταῦτα δράσασ’ ἥλιόν τε προσβλέπεις
- καὶ γαῖαν, ἔργον τλᾶσα δυσσεβέστατον·
- ὄλοι’· ἐγὼ δὲ νῦν φρονῶ, τότ’ οὐ φρονῶν,
- ὅτ’ ἐκ δόμων σε βαρβάρου τ’ ἀπὸ χθονὸς
- Ἕλλην’ ἐς οἶκον ἠγόμην, κακὸν μέγα,
- πατρός τε καὶ γῆς προδότιν ἥ σ’ ἐθρέψατο.
- τὸν σὸν δ’ ἀλάστορ’ εἰς ἔμ’ ἔσκηψαν θεοί·
- κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιον