Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ ταῦτα δράσασ’ ἥλιόν τε προσβλέπεις
  2. καὶ γαῖαν, ἔργον τλᾶσα δυσσεβέστατον·
  3. ὄλοι’· ἐγὼ δὲ νῦν φρονῶ, τότ’ οὐ φρονῶν,
  4. ὅτ’ ἐκ δόμων σε βαρβάρου τ’ ἀπὸ χθονὸς
  5. Ἕλλην’ ἐς οἶκον ἠγόμην, κακὸν μέγα,
  6. πατρός τε καὶ γῆς προδότιν ἥ σ’ ἐθρέψατο.
  7. τὸν σὸν δ’ ἀλάστορ’ εἰς ἔμ’ ἔσκηψαν θεοί·
  8. κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιον