Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- Μήδεια τοῖσδ’ ἔτ’, ἢ μεθέστηκεν φυγῇ;
- δεῖ γάρ νιν ἤτοι γῆς γε κρυφθῆναι κάτω,
- ἢ πτηνὸν ἆραι σῶμ’ ἐς αἰθέρος βάθος,
- εἰ μὴ τυράννων δώμασιν δώσει δίκην·
- πέποιθ’ ἀποκτείνασα κοιράνους χθονὸς
- ἀθῷος αὐτὴ τῶνδε φεύξεσθαι δόμων;
- ἀλλ’ οὐ γὰρ αὐτῆς φροντίδ’ ὡς τέκνων ἔχω·
- κείνην μὲν οὓς ἔδρασεν ἔρξουσιν κακῶς,
- ἐμῶν δὲ παίδων ἦλθον ἐκσῴσων βίον,
- μή μοί τι δράσωσ’ οἱ προσήκοντες γένει,
- μητρῷον ἐκπράσσοντες ἀνόσιον φόνον.
- ὦ τλῆμον, οὐκ οἶσθ’ οἷ κακῶν ἐλήλυθας,
- Ἰᾶσον· οὐ γὰρ τούσδ’ ἂν ἐφθέγξω λόγους.
- τί δ’ ἔστιν; ἦ που κἄμ’ ἀποκτεῖναι θέλει;
- παῖδες τεθνᾶσι χειρὶ μητρῴᾳ σέθεν.
- οἴμοι τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι.
- ὡς οὐκέτ’ ὄντων σῶν τέκνων φρόντιζε δή.
- ποῦ γάρ νιν ἔκτειν’; ἐντὸς ἢ ἔξωθεν δόμων;
- πύλας ἀνοίξας σῶν τέκνων ὄψῃ φόνον.
- χαλᾶτε κλῇδας ὡς τάχιστα, πρόσπολοι,