Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔβλαστεν, θεοῦ δ’ αἷμά τι πίτνειν
  2. φόβος ὑπ’ ἀνέρων.
  3. ἀλλά νιν, ὦ φάος διογενές, κάτειρ-
  4. γε κατάπαυσον, ἔξελ’ οἴκων φονίαν
  5. τάλαινάν τ’ Ἐρινὺν ὑπ’ ἀλαστόρων.
Χορός
  1. μάταν μόχθος ἔρρει τέκνων,
  2. ἆρα μάταν γένος φίλιον ἔτεκες, ὦ
  3. κυανεᾶν λιποῦσα Συμπληγάδων
  4. πετρᾶν ἀξενωτάταν ἐσβολάν;
  5. δειλαία, τί σοι φρενῶν βαρὺς
  6. χόλος προσπίτνει καὶ δυσμενὴς
  7. φόνος; ἀμείβεται
  8. χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιά-
  9. σματα ἐπὶ γαῖαν αὐτοφόνταις ξυνῳ-
  10. δὰ θεόθεν πίτνοντ’ ἐπὶ δόμοις ἄχη.
  1. αἰαῖ.
Χορός
  1. —ἀκούεις βοὰν ἀκούεις τέκνων;
  2. —ἰὼ τλᾶμον, ὦ κακοτυχὲς γύναι.
Παῖδες
  1. —οἴμοι, τί δράσω; ποῖ φύγω μητρὸς χέρας;
  2. —οὐκ οἶδ’, ἄδελφε φίλτατ’· ὀλλύμεσθα γάρ.