Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- φίλαι, δέδοκται τοὔργον ὡς τάχιστά μοι
- παῖδας κτανούσῃ τῆσδ’ ἀφορμᾶσθαι χθονός,
- καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκνα
- ἄλλῃ φονεῦσαι δυσμενεστέρᾳ χερί.
- πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,
- ἡμεῖς κτενοῦμεν, οἵπερ ἐξεφύσαμεν.
- ἀλλ’ εἶ’ ὁπλίζου, καρδία. τί μέλλομεν
- τὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά;
- ἄγ’, ὦ τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος,
- λάβ’, ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου,
- καὶ μὴ κακισθῇς μηδ’ ἀναμνησθῇς τέκνων,
- ὡς φίλταθ’, ὡς ἔτικτες· ἀλλὰ τήνδε γε
- λαθοῦ βραχεῖαν ἡμέραν παίδων σέθεν,
- κἄπειτα θρήνει· καὶ γὰρ εἰ κτενεῖς σφ’, ὅμως
- φίλοι γ’ ἔφυσαν—δυστυχὴς δ’ ἐγὼ γυνή.
- ἰὼ Γᾶ τε καὶ παμφαὴς
- ἀκτὶς Ἀελίου, κατίδετ’ ἴδετε τὰν
- ὀλομέναν γυναῖκα, πρὶν φοινίαν
- τέκνοις προσβαλεῖν χέρ’ αὐτοκτόνον·
- τεᾶς γὰρ ἀπὸ χρυσέας γονᾶς