Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἣ δ’ ἀντελάζυτ’. εἰ δὲ πρὸς βίαν ἄγοι,
  2. σάρκας γεραιὰς ἐσπάρασσ’ ἀπ’ ὀστέων.
  3. χρόνῳ δ’ ἀπέσβη καὶ μεθῆχ’ ὁ δύσμορος
  4. ψυχήν· κακοῦ γὰρ οὐκέτ’ ἦν ὑπέρτερος.
  5. κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατὴρ
  6. πέλας, ποθεινὴ δακρύοισι συμφορά.
  7. καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·
  8. γνώσῃ γὰρ αὐτὴ ζημίας ἀποστροφήν.
  9. τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν,
  10. οὐδ’ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν
  11. δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων
  12. τούτους μεγίστην ζημίαν ὀφλισκάνειν.
  13. θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ·
  14. ὄλβου δ’ ἐπιρρυέντος εὐτυχέστερος
  15. ἄλλου γένοιτ’ ἂν ἄλλος, εὐδαίμων δ’ ἂν οὔ.
Χορός
  1. ἔοιχ’ ὁ δαίμων πολλὰ τῇδ’ ἐν ἡμέρᾳ
  2. κακὰ ξυνάπτειν ἐνδίκως Ἰάσονι.
  3. ὦ τλῆμον, ὥς σου συμφορὰς οἰκτίρομεν,
  4. κόρη Κρέοντος, ἥτις εἰς Ἅιδου δόμους
  5. οἴχῃ γάμων ἕκατι τῶν Ἰάσονος.