Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν·
  2. οὔτ’ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις
  3. οὔτ’ εὐφυὲς πρόσωπον, αἷμα δ’ ἐξ ἄκρου
  4. ἔσταζε κρατὸς συμπεφυρμένον πυρί,
  5. σάρκες δ’ ἀπ’ ὀστέων ὥστε πεύκινον δάκρυ
  6. γναθμοῖς ἀδήλοις φαρμάκων ἀπέρρεον,
  7. δεινὸν θέαμα· πᾶσι δ’ ἦν φόβος θιγεῖν
  8. νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον.
  9. πατὴρ δ’ ὁ τλήμων συμφορᾶς ἀγνωσίᾳ
  10. ἄφνω προσελθὼν δῶμα προσπίτνει νεκρῷ·
  11. ᾤμωξε δ’ εὐθύς, καὶ περιπτύξας χέρας
  12. κυνεῖ προσαυδῶν τοιάδ’· Ὦ δύστηνε παῖ,
  13. τίς σ’ ὧδ’ ἀτίμως δαιμόνων ἀπώλεσε;
  14. τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν
  15. τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον.
  16. ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο,
  17. χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμας
  18. προσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνης
  19. λεπτοῖσι πέπλοις, δεινὰ δ’ ἦν παλαίσματα·
  20. ὃ μὲν γὰρ ἤθελ’ ἐξαναστῆσαι γόνυ,