Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- εἶτ’ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν
- κωκυτόν. εὐθὺς δ’ ἣ μὲν ἐς πατρὸς δόμους
- ὥρμησεν, ἣ δὲ πρὸς τὸν ἀρτίως πόσιν
- φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ
- στέγη πυκνοῖσιν ἐκτύπει δρομήμασιν.
- ἤδη δ’ ἀνέλκων κῶλον ἔκπλεθρον δρόμου
- ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο,
- ἣ δ’ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος
- δεινὸν στενάξασ’ ἡ τάλαιν’ ἠγείρετο.
- διπλοῦν γὰρ αὐτῇ πῆμ’ ἐπεστρατεύετο·
- χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος
- θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός,
- πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα,
- λεπτὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος.
- φεύγει δ’ ἀναστᾶσ’ ἐκ θρόνων πυρουμένη,
- σείουσα χαίτην κρᾶτά τ’ ἄλλοτ’ ἄλλοσε,
- ῥῖψαι θέλουσα στέφανον· ἀλλ’ ἀραρότως
- σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ’, ἐπεὶ κόμην
- ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο.
- πίτνει δ’ ἐς οὖδας συμφορᾷ νικωμένη,