Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἣ δ’ ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο,
  2. ἀλλ’ ᾔνεσ’ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων
  3. μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας, σέθεν
  4. λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο,
  5. χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις
  6. λαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην,
  7. ἄψυχον εἰκὼ προσγελῶσα σώματος.
  8. κἄπειτ’ ἀναστᾶσ’ ἐκ θρόνων διέρχεται
  9. στέγας, ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί,
  10. δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκις
  11. τένοντ’ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη.
  12. τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ’ ἰδεῖν·
  13. χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν
  14. χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει
  15. θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν.
  16. καί τις γεραιὰ προσπόλων, δόξασά που
  17. ἢ Πανὸς ὀργὰς ἢ τινὸς θεῶν μολεῖν,
  18. ἀνωλόλυξε, πρίν γ’ ὁρᾷ διὰ στόμα
  19. χωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ’ ἄπο
  20. κόρας στρέφουσαν, αἷμά τ’ οὐκ ἐνὸν χροΐ·