Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- δέσποινα δ’ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν,
- πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα,
- πρόθυμον εἶχ’ ὀφθαλμὸν εἰς Ἰάσονα·
- ἔπειτα μέντοι προὐκαλύψατ’ ὄμματα
- λευκήν τ’ ἀπέστρεψ’ ἔμπαλιν παρηίδα,
- παίδων μυσαχθεῖσ’ εἰσόδους· πόσις δὲ σὸς
- ὀργάς τ’ ἀφῄρει καὶ χόλον νεάνιδος
- λέγων τάδ’· Οὐ μὴ δυσμενὴς ἔσῃ φίλοις,