Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. παύσῃ δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα,
  2. φίλους νομίζουσ’ οὕσπερ ἂν πόσις σέθεν,
  3. δέξῃ δὲ δῶρα καὶ παραιτήσῃ πατρὸς
  4. φυγὰς ἀφεῖναι παισὶ τοῖσδ’, ἐμὴν χάριν;
  5. ἣ δ’ ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο,
  6. ἀλλ’ ᾔνεσ’ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων
  7. μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας, σέθεν
  8. λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο,