Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ
  2. σὺν πατρί, καὶ παρῆλθε νυμφικοὺς δόμους,
  3. ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖς
  4. δμῶες· δι’ ὤτων δ’ εὐθὺς ἦν πολὺς λόγος
  5. σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν.
  6. κυνεῖ δ’ ὃ μέν τις χεῖρ’, ὃ δὲ ξανθὸν κάρα
  7. παίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕπο
  8. στέγας γυναικῶν σὺν τέκνοις ἅμ’ ἑσπόμην.