Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- φίλαι, πάλαι τοι προσμένουσα τὴν τύχην
- καραδοκῶ τἀκεῖθεν οἷ προβήσεται.
- καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος
- στείχοντ’ ὀπαδῶν· πνεῦμα δ’ ἠρεθισμένον
- δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν.
- ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη,
- Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐαν
- λιποῦσ’ ἀπήνην μήτ’ ὄχον πεδοστιβῆ.
- τί δ’ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς;
- ὄλωλεν ἡ τύραννος ἀρτίως κόρη
- Κρέων θ’ ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο.
- κάλλιστον εἶπας μῦθον, ἐν δ’ εὐεργέταις
- τὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσῃ.
- τί φῄς; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνῃ, γύναι,
- ἥτις, τυράννων ἑστίαν ᾐκισμένη,
- χαίρεις κλύουσα κοὐ φοβῇ τὰ τοιάδε;
- ἔχω τι κἀγὼ τοῖς γε σοῖς ἐναντίον
- λόγοισιν εἰπεῖν· ἀλλὰ μὴ σπέρχου, φίλος,
- λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν
- τέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως.