Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- πολλῶν μόχθων ἀπέχονται·
- οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοις
- γλυκερὸν βλάστημ’, ὁρῶ μελέτῃ
- κατατρυχομένους τὸν ἅπαντα χρόνον,
- πρῶτον μὲν ὅπως θρέψουσι καλῶς
- βίοτόν θ’ ὁπόθεν λείψουσι τέκνοις·
- ἔτι δ’ ἐκ τούτων εἴτ’ ἐπὶ φλαύροις
- εἴτ’ ἐπὶ χρηστοῖς
- μοχθοῦσι, τόδ’ ἐστὶν ἄδηλον.
- ἓν δὲ τὸ πάντων λοίσθιον ἤδη
- πᾶσιν κατερῶ θνητοῖσι κακόν·
- καὶ δὴ γὰρ ἅλις βίοτόν θ’ ηὗρον
- σῶμά τ’ ἐς ἥβην ἤλυθε τέκνων
- χρηστοί τ’ ἐγένοντ’· εἰ δὲ κυρήσαι
- δαίμων οὕτως, φροῦδος ἐς Ἅιδην
- θάνατος προφέρων σώματα τέκνων.
- πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις
- τήνδ’ ἔτι λύπην ἀνιαροτάτην
- παίδων ἕνεκεν
- θνητοῖσι θεοὺς ἐπιβάλλειν;