Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οἵα τε πρὸς ὑμᾶς, ἀλλὰ νικῶμαι κακοῖς.
  2. καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,
  3. θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων,
  4. ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.
Χορός
  1. πολλάκις ἤδη
  2. διὰ λεπτοτέρων μύθων ἔμολον
  3. καὶ πρὸς ἁμίλλας ἦλθον μείζους
  4. ἢ χρὴ γενεὰν θῆλυν ἐρευνᾶν·
  5. ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν,
  6. ἣ προσομιλεῖ σοφίας ἕνεκεν·
  7. πάσαισι μὲν οὔ· παῦρον δὲ δὴ
  8. γένος ἐν πολλαῖς εὕροις ἂν ἴσως
  9. κοὐκ ἀπόμουσον τὸ γυναικῶν.
  10. καί φημι βροτῶν οἵτινές εἰσιν
  11. πάμπαν ἄπειροι μηδ’ ἐφύτευσαν
  12. παῖδας, προφέρειν εἰς εὐτυχίαν
  13. τῶν γειναμένων.
  14. οἱ μὲν ἄτεκνοι δι’ ἀπειροσύνην
  15. εἴθ’ ἡδὺ βροτοῖς εἴτ’ ἀνιαρὸν
  16. παῖδες τελέθουσ’ οὐχὶ τυχόντες