Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων·
  2. ἐκεῖ μεθ’ ἡμῶν ζῶντες εὐφρανοῦσί σε.
  3. μὰ τοὺς παρ’ Ἅιδῃ νερτέρους ἀλάστορας,
  4. οὔτοι ποτ’ ἔσται τοῦθ’ ὅπως ἐχθροῖς ἐγὼ
  5. παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.
  6. πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,
  7. ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.
  8. πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται.
  9. καὶ δὴ ’πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ
  10. νύμφη τύραννος ὄλλυται, σάφ’ οἶδ’ ἐγώ.
  11. ἀλλ’, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδόν,
  12. καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι,
  13. παῖδας προσειπεῖν βούλομαι.—δότ’, ὦ τέκνα,
  14. δότ’ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.
  15. ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα
  16. καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων,
  17. εὐδαιμονοῖτον, ἀλλ’ ἐκεῖ· τὰ δ’ ἐνθάδε
  18. πατὴρ ἀφείλετ’. ὦ γλυκεῖα προσβολή,
  19. ὦ μαλθακὸς χρὼς πνεῦμά θ’ ἥδιστον τέκνων.
  20. χωρεῖτε χωρεῖτ’· οὐκέτ’ εἰμὶ προσβλέπειν