Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ δὴ ’πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ
  2. νύμφη τύραννος ὄλλυται, σάφ’ οἶδ’ ἐγώ.
  3. ἀλλ’, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδόν,
  4. καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι,
  5. παῖδας προσειπεῖν βούλομαι.—δότ’, ὦ τέκνα,
  6. δότ’ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.
  7. ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα
  8. καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων,