Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων·
- ἐκεῖ μεθ’ ἡμῶν ζῶντες εὐφρανοῦσί σε.
- μὰ τοὺς παρ’ Ἅιδῃ νερτέρους ἀλάστορας,
- οὔτοι ποτ’ ἔσται τοῦθ’ ὅπως ἐχθροῖς ἐγὼ
- παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.
- πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,
- ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.
- πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται.