Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. εὐδαιμονοῖτον, ἀλλ’ ἐκεῖ· τὰ δ’ ἐνθάδε
  2. πατὴρ ἀφείλετ’. ὦ γλυκεῖα προσβολή,
  3. ὦ μαλθακὸς χρὼς πνεῦμά θ’ ἥδιστον τέκνων.
  4. χωρεῖτε χωρεῖτ’· οὐκέτ’ εἰμὶ προσβλέπειν
  5. οἵα τε πρὸς ὑμᾶς, ἀλλὰ νικῶμαι κακοῖς.
  6. καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,
  7. θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων,
  8. ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.