Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὑμεῖς δὲ μητέρ’ οὐκέτ’ ὄμμασιν φίλοις
  2. ὄψεσθ’, ἐς ἄλλο σχῆμ’ ἀποστάντες βίου.
  3. φεῦ φεῦ· τί προσδέρκεσθέ μ’ ὄμμασιν, τέκνα;
  4. τί προσγελᾶτε τὸν πανύστατον γέλων;
  5. αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται,
  6. γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.
  7. οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα
  8. τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς.
  9. τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς
  10. λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;
  11. οὐ δῆτ’ ἔγωγε. χαιρέτω βουλεύματα.
  12. καίτοι τί πάσχω; βούλομαι γέλωτ’ ὀφλεῖν
  13. ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους;
  14. τολμητέον τάδ’. ἀλλὰ τῆς ἐμῆς κάκης,
  15. τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.
  16. χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτῳ δὲ μὴ
  17. θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,
  18. αὐτῷ μελήσει· χεῖρα δ’ οὐ διαφθερῶ.
  19. ἆ ἆ.
  20. μὴ δῆτα, θυμέ, μὴ σύ γ’ ἐργάσῃ τάδε·