Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους;
- τολμητέον τάδ’. ἀλλὰ τῆς ἐμῆς κάκης,
- τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.
- χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτῳ δὲ μὴ
- θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,
- αὐτῷ μελήσει· χεῖρα δ’ οὐ διαφθερῶ.
- ἆ ἆ.
- μὴ δῆτα, θυμέ, μὴ σύ γ’ ἐργάσῃ τάδε·