Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ μετάρσιος ᾖξα, καὶ
  2. πλείστων ἁψάμενος λόγων
  3. κρεῖσσον οὐδὲν Ἀνάγκας
  4. ηὗρον, οὐδέ τι φάρμακον
  5. Θρῄσσαις ἐν σανίσιν, τὰς
  6. Ὀρφεία κατέγραψεν
  7. γῆρυς, οὐδ’ ὅσα Φοῖβος Ἀσκληπιάδαις ἔδωκε
  8. φάρμακα πολυπόνοις ἀντιτεμὼν βροτοῖσιν.
Χορός
  1. μόνας δ’ οὔτ’ ἐπὶ βωμοὺς
  2. ἔστιν οὔτε βρέτας θεᾶς
  3. ἐλθεῖν, οὐ σφαγίων κλύει.
  4. μή μοι, πότνια, μείζων
  5. ἔλθοις ἢ τὸ πρὶν ἐν βίῳ.
  6. καὶ γὰρ Ζεὺς ὅ τι νεύσῃ,
  7. σὺν σοὶ τοῦτο τελευτᾷ.
  8. καὶ τὸν ἐν Χαλύβοις δαμάζεις σὺ βίᾳ σίδαρον,
  9. οὐδέ τις ἀποτόμου λήματός ἐστιν αἰδώς.
Χορός
  1. καὶ σ’ ἐν ἀφύκτοισι χερῶν εἷλε θεὰ δεσμοῖς.
  2. τόλμα δʼ· οὐ γὰρ ἀνάξεις ποτ’ ἔνερθεν
  3. κλαίων τοὺς φθιμένους ἄνω.