Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τερπνῆς τύχοιμ’ ἂν ἐξόδου; ποῖ τρέψομαι;
  2. ἡ μὲν γὰρ ἔνδον ἐξελᾷ μ’ ἐρημία,
  3. γυναικὸς εὐνὰς εὖτ’ ἂν εἰσίδω κενὰς
  4. θρόνους τ’ ἐν οἷσιν ἷζε, καὶ κατὰ στέγας
  5. αὐχμηρὸν οὖδας, τέκνα δ’ ἀμφὶ γούνασι
  6. πίπτοντα κλαίῃ μητέρʼ, οἳ δὲ δεσπότιν
  7. στένωσιν οἵαν ἐκ δόμων ἀπώλεσαν.
  8. τὰ μὲν κατ’ οἴκους τοιάδʼ· ἔξωθεν δέ με
  9. γάμοι τ’ ἐλῶσι Θεσσαλῶν καὶ ξύλλογοι
  10. γυναικοπληθεῖς· οὐ γὰρ ἐξανέξομαι
  11. λεύσσων δάμαρτος τῆς ἐμῆς ὁμήλικας.
  12. ἐρεῖ δέ μ’ ὅστις ἐχθρὸς ὢν κυρεῖ τάδε·
  13. Ἰδοῦ τὸν αἰσχρῶς ζῶνθʼ, ὃς οὐκ ἔτλη θανεῖν,
  14. ἀλλ’ ἣν ἔγημεν ἀντιδοὺς ἀψυχίᾳ
  15. πέφευγεν Ἅιδην· εἶτ’ ἀνὴρ εἶναι δοκεῖ;
  16. στυγεῖ δὲ τοὺς τεκόντας, αὐτὸς οὐ θέλων
  17. θανεῖν. τοιάνδε πρὸς κακοῖσι κληδόνα
  18. ἕξω. τί μοι ζῆν δῆτα κέρδιον, φίλοι,
  19. κακῶς κλύοντι καὶ κακῶς πεπραγότι;
Χορός
  1. ἐγὼ καὶ διὰ μούσας